Phrase
NT
Mark 6:14-29
ἄλλοι δὲ ἔλεγον ὅτι Ἠλίας ἐστίν• ἄλλοι δὲ ἔλεγον ὅτι προφήτης ὡς εἷς τῶν προφητῶν.
ἀκούσας δὲ ὁ Ἡρῴδης ἔλεγεν• ὃν ἐγὼ ἀπεκεφάλισα Ἰωάννην, οὗτος ἠγέρθη.
Αὐτὸς γὰρ ὁ Ἡρῴδης ἀποστείλας ἐκράτησεν τὸν Ἰωάννην καὶ ἔδησεν αὐτὸν ἐν φυλακῇ διὰ Ἡρῳδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ, ὅτι αὐτὴν ἐγάμησεν•
ἔλεγεν γὰρ ὁ Ἰωάννης τῷ Ἡρῴδῃ ὅτι οὐκ ἔξεστίν σοι ἔχειν τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου.
ἡ δὲ Ἡρῳδιὰς ἐνεῖχεν αὐτῷ καὶ ἤθελεν αὐτὸν ἀποκτεῖναι, καὶ οὐκ ἠδύνατο•
ὁ γὰρ Ἡρῴδης ἐφοβεῖτο τὸν Ἰωάννην, εἰδὼς αὐτὸν ἄνδρα δίκαιον καὶ ἅγιον, καὶ συνετήρει αὐτόν, καὶ ἀκούσας αὐτοῦ πολλὰ ἠπόρει, καὶ ἡδέως αὐτοῦ ἤκουεν.
Καὶ γενομένης ἡμέρας εὐκαίρου ὅτε Ἡρῴδης τοῖς γενεσίοις αὐτοῦ δεῖπνον ἐποίησεν τοῖς μεγιστᾶσιν αὐτοῦ καὶ τοῖς χιλιάρχοις καὶ τοῖς πρώτοις τῆς Γαλιλαίας,
καὶ εἰσελθούσης τῆς θυγατρὸς αὐτοῦ Ἡρῳδιάδος καὶ ὀρχησαμένης ἤρεσεν τῷ Ἡρῴδῃ καὶ τοῖς συνανακειμένοις. εἶπεν ὁ βασιλεὺς τῷ κορασίῳ• αἴτησόν με ὃ ἐὰν θέλῃς, καὶ δώσω σοι•
καὶ ὤμοσεν αὐτῇ [πολλὰ] ὅ τι ἐάν με αἰτήσῃς δώσω σοι ἕως ἡμίσους τῆς βασιλείας μου.
καὶ ἐξελθοῦσα εἶπεν τῇ μητρὶ αὐτῆς• τί αἰτήσωμαι; ἡ δὲ εἶπεν• τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτίζοντος.
καὶ εἰσελθοῦσα εὐθὺς μετὰ σπουδῆς πρὸς τὸν βασιλέα ᾐτήσατο λέγουσα• θέλω ἵνα ἐξαυτῆς δῷς μοι ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ.
καὶ περίλυπος γενόμενος ὁ βασιλεὺς διὰ τοὺς ὅρκους καὶ τοὺς ἀνακειμένους οὐκ ἠθέλησεν ἀθετῆσαι αὐτήν•
καὶ εὐθὺς ἀποστείλας ὁ βασιλεὺς σπεκουλάτορα ἐπέταξεν ἐνέγκαι τὴν κεφαλὴν αὐτοῦ. καὶ ἀπελθὼν ἀπεκεφάλισεν αὐτὸν ἐν τῇ φυλακῇ
καὶ ἤνεγκεν τὴν κεφαλὴν αὐτοῦ ἐπὶ πίνακι καὶ ἔδωκεν αὐτὴν τῷ κορασίῳ, καὶ τὸ κοράσιον ἔδωκεν αὐτὴν τῇ μητρὶ αὐτῆς.
καὶ ἀκούσαντες οἱ μαθηταὶ αὐτοῦ ἦλθον καὶ ἦραν τὸ πτῶμα αὐτοῦ καὶ ἔθηκαν αὐτὸ ἐν μνημείῳ.
Καὶ ἤκουσεν ὁ βασιλεὺς Ἡρῴδης, φανερὸν γὰρ ἐγένετο τὸ ὄνομα αὐτοῦ, καὶ ἔλεγον ὅτι Ἰωάννης ὁ βαπτίζων ἐγήγερται ἐκ νεκρῶν καὶ διὰ τοῦτο ἐνεργοῦσιν αἱ δυνάμεις ἐν αὐτῷ.
The King Hears about Jesus
Καὶ ἤκουσεν ὁ βασιλεὺς Ἡρῴδης,
Response to 1–13
Reports about Jesus and John
φανερὸν γὰρ ἐγένετο τὸ ὄνομα αὐτοῦ,
Ground of 14a
καὶ ἔλεγον
Response to 14b
ὅτι
Ἰωάννης ὁ βαπτίζων ἐγήγερται ἐκ νεκρῶν
na28
Assertion
καὶ διὰ τοῦτο ἐνεργοῦσιν αἱ δυνάμεις ἐν αὐτῷ.
Inference of 14e
ἄλλοι δὲ ἔλεγον
Alternative to 14e
ὅτι
Ἠλίας ἐστίν•
na28
ἄλλοι δὲ ἔλεγον
Alternative to 15a
ὅτι
προφήτης ὡς εἷς τῶν προφητῶν.
na28
ἀκούσας δὲ ὁ Ἡρῴδης
Temporal of 16b (resumes 14a)
ἔλεγεν•
Response to 14b–15
ὃν ἐγὼ ἀπεκεφάλισα Ἰωάννην,
na28
Explanation of 16d
οὗτος ἠγέρθη.
Flashback: John's Murder
Αὐτὸς γὰρ ὁ Ἡρῴδης
Explanation of 16 (flashback)
ἀποστείλας
Attendant circumstance of 17c
ἐκράτησεν τὸν Ἰωάννην
Continuation of 17a
καὶ ἔδησεν αὐτὸν ἐν φυλακῇ διὰ Ἡρῳδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ,
Series of 17c
ὅτι αὐτὴν ἐγάμησεν•
Ground of 17d
ἔλεγεν γὰρ ὁ Ἰωάννης τῷ Ἡρῴδῃ
Explanation of 17
ὅτι
οὐκ ἔξεστίν σοι ἔχειν τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου.
na28
ἡ δὲ Ἡρῳδιὰς ἐνεῖχεν αὐτῷ
Response to 18
καὶ ἤθελεν αὐτὸν ἀποκτεῖναι,
Progression of 19a
καὶ οὐκ ἠδύνατο•
Progression of 19b
ὁ γὰρ Ἡρῴδης ἐφοβεῖτο τὸν Ἰωάννην,
Ground of 19c
εἰδὼς αὐτὸν ἄνδρα δίκαιον καὶ ἅγιον,
Ground of 20a
καὶ συνετήρει αὐτόν,
Progression of 20a
καὶ ἀκούσας αὐτοῦ
Temporal of 20e
πολλὰ ἠπόρει,
Concession of 20f
καὶ ἡδέως αὐτοῦ ἤκουεν.
Progression of 20c
Καὶ γενομένης ἡμέρας εὐκαίρου
Progression of 17–20/ Temporal of 22c
ὅτε Ἡρῴδης τοῖς γενεσίοις αὐτοῦ δεῖπνον ἐποίησεν τοῖς μεγιστᾶσιν αὐτοῦ καὶ τοῖς χιλιάρχοις καὶ τοῖς πρώτοις τῆς Γαλιλαίας,
Temporal of 22c
καὶ εἰσελθούσης τῆς θυγατρὸς αὐτοῦ Ἡρῳδιάδος
Temporal of 22c
καὶ ὀρχησαμένης
Series of 22a
ἤρεσεν τῷ Ἡρῴδῃ καὶ τοῖς συνανακειμένοις.
Response to 22b
εἶπεν ὁ βασιλεὺς τῷ κορασίῳ•
Progression of 22c
αἴτησόν με ὃ ἐὰν θέλῃς,
na28
Command
καὶ δώσω σοι•
Promise
καὶ ὤμοσεν αὐτῇ [πολλὰ]
Progression of 22d
ὅ τι ἐάν με αἰτήσῃς
na28
δώσω σοι
ἕως ἡμίσους τῆς βασιλείας μου.
καὶ ἐξελθοῦσα
Temporal of 24b
εἶπεν τῇ μητρὶ αὐτῆς•
Response to 23
τί αἰτήσωμαι;
na28
Question (Narrow Focus)
ἡ δὲ εἶπεν•
Response to 24c
τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτίζοντος.
na28
Answer (Narrow Focus)
καὶ εἰσελθοῦσα
Temporal of 25b
εὐθὺς μετὰ σπουδῆς πρὸς τὸν βασιλέα ᾐτήσατο
Response to 22–24
λέγουσα•
θέλω
na28
Request
ἵνα ἐξαυτῆς δῷς μοι ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ.
καὶ περίλυπος γενόμενος ὁ βασιλεὺς διὰ τοὺς ὅρκους καὶ τοὺς ἀνακειμένους
Concessive of 26b
οὐκ ἠθέλησεν ἀθετῆσαι αὐτήν•
Response to 25
καὶ εὐθὺς ἀποστείλας ὁ βασιλεὺς σπεκουλάτορα
Attendant circumstance of 27b
ἐπέταξεν
Progression of 26
ἐνέγκαι τὴν κεφαλὴν αὐτοῦ.
καὶ ἀπελθὼν
Attendant circumstance of 27e
ἀπεκεφάλισεν αὐτὸν ἐν τῇ φυλακῇ
Response to 27a-c
καὶ ἤνεγκεν τὴν κεφαλὴν αὐτοῦ ἐπὶ πίνακι
Progression of 27e
καὶ ἔδωκεν αὐτὴν τῷ κορασίῳ,
Progression of 28a
καὶ τὸ κοράσιον ἔδωκεν αὐτὴν τῇ μητρὶ αὐτῆς.
Progression of 28b
καὶ ἀκούσαντες οἱ μαθηταὶ αὐτοῦ
Temporal of 29b
ἦλθον
Response to 27-28
καὶ ἦραν τὸ πτῶμα αὐτοῦ
Progression of 29b
καὶ ἔθηκαν αὐτὸ ἐν μνημείῳ.
Progression of 29c
na28
phrasing